Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.359 Joseph. AJ 16.365 (English) >>Joseph. AJ 16.369

16.363βίαιος γὰρ ἦν καὶ περὶ τὴν ἀπόδειξιν τῆς αἰτίας ἐτετάρακτο καὶ μέγιστα θυμοῦ καὶ ἀγριότητος ἐνεδίδου σημεῖα, τούς τε ἐλέγχους οὐκ ἐκείνοις ἐπιτρέπων καταμαθεῖν, ἀλλὰ συνηγορίαν αὐτοῖς προτιθεὶς πατρὶ κατὰ παίδων ἀσχήμονα, καὶ τὰ γραφέντα διʼ αὐτῶν ἐκείνων ἀναγινώσκων, ἐν οἷς ἐπιβουλὴ μὲν τις ἐπίνοια δυσσεβείας οὐκ ἐγέγραπτο, μόνον δὲ ὡς φυγεῖν βουλεύοιντο καὶ λοιδορίαι τινὲς εἰς αὐτὸν ὀνείδη περιέχουσαι διὰ τὴν δύσνοιαν. 16.364ἐφʼ αἷς ἐκεῖνος ὡς ἐγένετο μᾶλλόν τε ἐξεβόα καὶ τὸ περιὸν εἰς ὁμολογίαν τῆς ἐπιβουλῆς διʼ ἐκείνων ηὔξανεν ἐπομνύμενος, ὡς ἥδιον ἂν στέροιτο τοῦ ζῆν τοιούτων ἀκούειν λόγων. 16.365τὸ δὲ τελευταῖον εἰπών, ὅτι καὶ τῇ φύσει καὶ τῇ Καίσαρος δόσει τὴν ἐξουσίαν αὐτὸς ἔχοι, προσέθηκεν αὐτῷ καὶ πάτριον νόμον κελεύειν, εἴ του κατηγορήσαντες οἱ γονεῖς ἐπιθοῖεν τῇ κεφαλῇ τὰς χεῖρας, ἐπάναγκες εἶναι τοῖς περιεστῶσιν βάλλειν καὶ τοῦτον ἀποκτείνειν τὸν τρόπον. 16.366ὅπερ ἕτοιμος ὢν αὐτὸς ἐν τῇ πατρίδι καὶ τῇ βασιλείᾳ ποιεῖν ὅμως ἀναμεῖναι τὴν ἐκείνων κρίσιν, ἥκειν μέντοι δικαστὰς μὲν οὐχ οὕτως ἐπὶ φανεροῖς οἷς ἐκ τῶν παίδων ὀλίγου πάθοι, συνοργισθῆναι δὲ καιρὸν ἔχοντας, ὡς οὐδενὶ καὶ τῶν πόρρω γεγονότων ἀμελῆσαι τοιαύτης ἐπιβουλῆς ἄξιον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.359 Joseph. AJ 16.365 (English) >>Joseph. AJ 16.369

Powered by PhiloLogic